Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.147.2 | Hdt. 7.148.3 (English) | >>Hdt. 7.150.1 |
7.148.2 Ἀργεῖοι δὲ λέγουσι τὰ κατʼ ἑωυτοὺς γενέσθαι ὧδε . πυθέσθαι γὰρ αὐτίκα κατʼ ἀρχὰς τὰ ἐκ τοῦ βαρβάρου ἐγειρόμενα ἐπὶ τὴν Ἑλλάδα , πυθόμενοι δέ , καὶ μαθόντες ὡς σφέας οἱ Ἕλληνες πειρήσονται παραλαμβάνοντες ἐπὶ τὸν Πέρσην , πέμψαι θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρησομένους ὥς σφι μέλλει ἄριστον ποιέουσι γενέσθαι · νεωστὶ γὰρ σφέων τεθνάναι ἑξακισχιλίους ὑπὸ Λακεδαιμονίων καὶ Κλεομένεος τοῦ Ἀναξανδρίδεω · τῶν δὴ εἵνεκα πέμπειν .
7.148.3 τὴν δὲ Πυθίην ἐπειρωτῶσι αὐτοῖσι ἀνελεῖν τάδε . ταῦτα μὲν τὴν Πυθίην χρῆσαι πρότερον · μετὰ δὲ ὡς ἐλθεῖν τοὺς ἀγγέλους ἐς δὴ τὸ Ἄργος , ἐπελθεῖν ἐπὶ τὸ βουλευτήριον καὶ λέγειν τὰ ἐντεταλμένα .
7.148.4 τοὺς δὲ πρὸς τὰ λεγόμενα ὑποκρίνασθαι ὡς ἕτοιμοι εἰσὶ Ἀργεῖοι ποιέειν ταῦτα , τριήκοντα ἔτεα εἰρήνην σπεισάμενοι Λακεδαιμονίοισι καὶ ἡγεόμενοι κατὰ τὸ ἥμισυ πάσης τῆς συμμαχίης . καίτοι κατά γε τὸ δίκαιον γίνεσθαι τὴν ἡγεμονίην ἑωυτῶν · ἀλλʼ ὅμως σφίσι ἀποχρᾶν κατὰ τὸ ἥμισυ ἡγεομένοισι .
ἐχθρὲ περικτιόνεσσι ,φίλʼ ἀθανάτοισι θεοῖσιν ,
εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο
καὶ κεφαλὴν πεφύλαξο ·κάρη δὲ τὸ σῶμα σαώσει .
ch. 149
7.149.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.147.2 | Hdt. 7.148.3 (English) | >>Hdt. 7.150.1 |